Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.49 Joseph. AJ 15.54 (English) >>Joseph. AJ 15.59

15.52ὁρμή τε τῷ πλήθει πρὸς αὐτὸν εὐνοίας ἐγένετο καὶ τῶν Ἀριστοβούλῳ τῷ πάππῳ πεπραγμένων ἐναργὴς μνήμη παρέστη, νικώμενοί τε κατὰ μικρὸν ἐξηλέγχοντο τὰς διαθέσεις χαίροντες ὁμοῦ καὶ συγχεόμενοι καὶ φωνὰς εὐφήμους εἰς αὐτὸν ἀφιέντες εὐχαῖς μεμιγμένας, ὡς ἐμφανῆ γενέσθαι τὴν εὔνοιαν τῶν ὄχλων καὶ προπετεστέραν ἐν βασιλείᾳ δοκεῖν τὴν ὧν πεπόνθεσαν ὁμολογίαν. 15.53ἐπὶ τούτοις ἅπασιν Ἡρώδης ἔγνω τὴν προαίρεσιν, ἣν εἶχεν εἰς τὸ μειράκιον, ἐξεργάσασθαι. καὶ τῆς ἑορτῆς παρελθούσης εἱστιᾶτο μὲν ἐν Ἱεριχοῦντι δεχομένης αὐτοὺς τῆς Ἀλεξάνδρας, φιλοφρονούμενος δὲ τὸ μειράκιον καὶ προέλκων εἰς ἀδεῆ πότον ἕτοιμος ἦν συμπαίζειν καὶ νεανιεύεσθαι κεχαρισμένως ἐκείνῳ. 15.54τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας. 15.55καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι. 15.56καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δʼ ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.49 Joseph. AJ 15.54 (English) >>Joseph. AJ 15.59

Powered by PhiloLogic